-
WORD Research this...III Maccabees 5
- 1 τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος
- 2 ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ιουδαίων
- 3 ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ιουδαίους
- 4 ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει
- 5 οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας
- 6 οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ιουδαῖοι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην
- 7 τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι
- 8 τὴν κατ’ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου
- 9 τούτων μὲν οὖν ἐκτενῶς ἡ λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν
- 10 ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ
- 11 τὸ δὲ ἀπ’ αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν οἷς ἂν αὐτὸς θελήσῃ ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα
- 12 καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος
- 13 οἵ τε Ιουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις
- 14 μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα
- 15 καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος
- 16 ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ
- 17 οὗ καὶ γενομένου παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος
- 18 ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες
- 19 τοῦ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τῶν φίλων αὐτῷ προσμαρτυρησάντων
- 20 τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελοῦσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ιουδαίων ἀφανισμόν
- 21 εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν
- 22 καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς
- 23 ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει
- 24 τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς
- 25 οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως
- 26 οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι
- 27 τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο τί τὸ πρᾶγμα ἐφ’ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται
- 28 τοῦτο δὲ ἦν ἡ ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος
- 29 ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι βασιλεῦ κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν
- 30 ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν
- 31 ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων
- 32 καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης
- 33 οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη
- 34 ὁ καθεῖς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν
- 35 οἵ τε Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες τὸν ἐπιφανῆ θεὸν κύριον βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες
- 36 κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπῆναι παρεκάλει
- 37 τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν ἀθλιώτατε
- 38 τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀφανισμόν
- 39 οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε
- 40 βασιλεῦ μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα
- 41 ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι
- 42 ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ’ οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους
- 43 ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν
- 44 τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν
- 45 ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερῶς κεκοσμημένα κατασκευαῖς
- 46 περὶ τὴν ἕω τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα
- 47 ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν
- 48 ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων περὶ πύλην καὶ τῆς συνεπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ιουδαῖοι
- 49 ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας εἰς οἶκτον καὶ γόους τραπέντες κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες γονεῖς παισὶν καὶ μητέρες νεάνισιν ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα
- 50 οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν
- 51 ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα τὸν τῆς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας
-
-
King James Version (kjv)
- Afrikaans
- Albanian
- Arabic
- Armenian
- Basque
- Breton
- Calo
- Chamorro
- Cherokee
- Chinese
- Coptic
- Croatian
- Czech
- Danish
- Dari
- Dutch
-
English
American King James Version (akjv) American Standard Version (asv) Basic English Bible (basicenglish) Douay Rheims (douayrheims) John Wycliffe Bible (c.1395) (wycliffe) King James Version (kjv) King James Version (1769) with Strongs Numbers and Morphology and CatchWords, including Apocrypha (without glosses) (kjva) Webster's Bible (wb) Weymouth NT (weymouth) William Tyndale Bible (1525/1530) (tyndale) World English Bible (web) Young's Literal Translation (ylt)
- English and Klingon.
- Esperanto
- Estonian
- Finnish
- French
- German
- Gothic
- Greek
- Greek Modern
- Hebrew
- Hungarian
- Italian
- Japanese
- Korean
- Latin
- Latvian
- Lithuanian
- Malagasy
- Malayalam
- Manx Gaelic
- Maori
- Mongolian
- Myanmar Burmse
- Ndebele
- Norwegian bokmal
- Norwegian nynorsk
- Pohnpeian
- Polish
- Portuguese
- Potawatomi
- Romanian
- Russian
- Scottish Gaelic
- Serbian
- Shona
- Slavonic Elizabeth
- Spanish
- Swahili
- Swedish
- Syriac
- Tagalog
- Tausug
- Thai
- Tok Pisin
- Turkish
- Ukrainian
- Uma
- Vietnamese
-
-
Active Persistent Session:
To use a different persistent session key, simply add it above, and click the button below.
How This All Works
Your persistent session key, together with your favourite verse, authenticates you. It links to all your notes and tags in the Bible. You can share it with loved ones so they can see your notes and tags.
However, to modify your notes and tags, you need both the persistent session key and your favourite verse.
Please Keep Your Favourite Verse Private
Your persistent session key and favourite verse provide you exclusive access to edit your notes and tags. Think of your persistent session key as a username and your favourite verse as a password. Therefore, ensure your favourite verse is kept private.
The persistent session key allows viewing, while editing is only possible when the correct favourite verse is provided.
-
Loading...
-
-
OT LXX Accented (lxx - 3)
2022-08-23Greek (grc)
d The Analytic Septuagint was prepared by Steve Amato of the Boston Christian Bible Study Resources http://www.bcbsr.com
Morphology was included from the LXXM (see below)
The The Analytic Septuagint is not to be used, either directly or indirectly, for commercial purposes without prior written consent of Steve Amato and the legal authors and developers of the morphology of the LXXM identified below.
The LXXM = The morphologically analyzed text of CATSS LXX prepared by CATSS under the direction of R. Kraft (Philadelphia team)
The CATSS LXX = The computer form prepared by the TLG (Thesaurus Linguae Graecae) Project directed by T. Brunner at the University of California, Irvine, with further verification and adaptation (in process) by CATSS towards conformity with the individual Göttingen editions that have appeared since 1935.
The LXX = Septuaginta, ed. A. Rahlfs (Stuttgart: Württembergische Bibelanstalt, 1935; repr. in 9th ed., 1971).
Greek Septuagint Version 270 BC- Encoding: UTF-8
- Direction: LTR
- LCSH: Bible.Ancient Greek (to 1453).O.T.
- Distribution Abbreviation: lxx
License
Copyrighted; Free non-commercial distribution
Source (OSIS)
http://ccat.sas.upenn.edu/gopher/text/religion/biblical/lxxmorph/
- history_1.1
- Replaced missing sections of Isaiah and switched to more descriptive tags for morphology
- history_1.2
- changed to book granularity, which makes module about half as large and removed some extraneous verse references
- history_2.0
- replaced LXX with LXXM and obsoleted old LXX module
- history_2.5
- updated to latest version of LXXM from Steve Amato, migrated to OSIS, converted .conf to UTF-8
- history_2.6
- new module with new v11n
- history_2.7
- new module from scratch
- history_3.0
- (2022-08-23) : This version uses again Pierre build. It comes with small corrections in conf. According to MOD-415. The version grow to 3.0. We have also to decide what we want to do with the lex entries.
Basic Hash Usage Explained
At getBible, we've established a robust system to keep our API synchronized with the Crosswire project's modules. Let me explain how this integration works in simple terms.
We source our Bible text directly from the Crosswire modules. To monitor any updates, we generate "hash values" for each chapter, book, and translation. These hash values serve as unique identifiers that change only when the underlying content changes, thereby ensuring a tight integration between getBible and the Crosswire modules.
Every month, an automated process runs for approximately three hours. During this window, we fetch the latest Bible text from the Crosswire modules. Subsequently, we compare the new hash values and the text with the previous ones. Any detected changes trigger updates to both our official getBible hash repository and the Bible API for all affected translations. This system has been operating seamlessly for several years.
Once the updates are complete, any application utilizing our Bible API should monitor the hash values at the chapter, book, or translation level. Spotting a change in these values indicates that they should update their respective systems.
Hash values can change due to various reasons, including textual corrections like adding omitted verses, rectifying spelling errors, or addressing any discrepancies flagged by the publishers maintaining the modules at Crosswire.
The Crosswire initiative, also known as the SWORD Project, is the "source of truth" for getBible. Any modifications in the Crosswire modules get reflected in our API within days, ensuring our users access the most precise and current Bible text. We pledge to uphold this standard as long as getBible exists and our build scripts remain operational.
We're united in our mission to preserve the integrity and authenticity of the Bible text. If you have questions or require additional information, please use our support system. We're here to assist and will respond promptly.
Thank you for your understanding and for being an integral part of the getBible community.
Favourite Verse
You should select one of your favourite verses.
This verse in combination with your session key will be used to authenticate you in the future.
This is currently the active session key.
Should you have another session key from a previous session.
You can add it here to load your previous session.