-
WORD Research this...2 Kings 10
- 1 καὶ τῷ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν Αχααβ λέγων
- 2 καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς μεθ’ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ’ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα
- 3 καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν
- 4 καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ καὶ πῶς στησόμεθα ἡμεῖς
- 5 καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ιου λέγοντες παῖδές σου ἡμεῖς καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν οὐ βασιλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν
- 6 καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς
- 7 καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ
- 8 καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως καὶ εἶπεν θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωί
- 9 καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμεῖς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξεν πάντας τούτους
- 10 ἴδετε αφφω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Αχααβ καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου
- 11 καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα
- 12 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν αὐτὸς ἐν Βαιθακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ
- 13 καὶ Ιου εὗρεν τοὺς ἀδελφοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἶπεν τίνες ὑμεῖς καὶ εἶπον οἱ ἀδελφοὶ Οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης
- 14 καὶ εἶπεν συλλάβετε αὐτοὺς ζῶντας καὶ συνέλαβον αὐτοὺς ζῶντας καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακαδ τεσσαράκοντα καὶ δύο ἄνδρας οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν
- 15 καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ καὶ εὐλόγησεν αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν Ιου εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου καὶ εἶπεν Ιωναδαβ ἔστιν καὶ εἶπεν Ιου καὶ εἰ ἔστιν δὸς τὴν χεῖρά σου καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
- 16 καὶ εἶπεν πρὸς αὐτόν δεῦρο μετ’ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ Σαβαωθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ
- 17 καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ Αχααβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν πρὸς Ηλιου
- 18 καὶ συνήθροισεν Ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τῷ Βααλ ὀλίγα καί γε Ιου δουλεύσει αὐτῷ πολλά
- 19 καὶ νῦν πάντες οἱ προφῆται τοῦ Βααλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τῷ Βααλ πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται καὶ Ιου ἐποίησεν ἐν πτερνισμῷ ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βααλ
- 20 καὶ εἶπεν Ιου ἁγιάσατε ἱερείαν τῷ Βααλ καὶ ἐκήρυξαν
- 21 καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιῶ ὃς ἂν ἀπολειφθῇ οὐ ζήσεται καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ οὐ κατελείφθη ἀνήρ ὃς οὐ παρεγένετο καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βααλ καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βααλ στόμα εἰς στόμα
- 22 καὶ εἶπεν Ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ Βααλ καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής
- 23 καὶ εἰσῆλθεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἶκον τοῦ Βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ Βααλ ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ’ ὑμῶν τῶν δούλων κυρίου ὅτι ἀλλ’ ἢ οἱ δοῦλοι τοῦ Βααλ μονώτατοι
- 24 καὶ εἰσῆλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ Ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν ἀνήρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ
- 25 καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν Ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βααλ
- 26 καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βααλ καὶ ἐνέπρησαν αὐτήν
- 27 καὶ κατέσπασαν τὰς στήλας τοῦ Βααλ καὶ καθεῖλον τὸν οἶκον τοῦ Βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης
- 28 καὶ ἠφάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ
- 29 πλὴν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισθεν αὐτῶν αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθηλ καὶ ἐν Δαν
- 30 καὶ εἶπεν κύριος πρὸς Ιου ἀνθ’ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ
- 31 καὶ Ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ Ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
- 32 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίῳ Ισραηλ
- 33 ἀπὸ τοῦ Ιορδάνου κατ’ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλααδ τοῦ Γαδδι καὶ τοῦ Ρουβην καὶ τοῦ Μανασση ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν
- 34 καὶ τὰ λοιπὰ τῶν λόγων Ιου καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
- 35 καὶ ἐκοιμήθη Ιου μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
- 36 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ
-
-
King James Version (kjv)
- Afrikaans
- Albanian
- Arabic
- Armenian
- Basque
- Breton
- Calo
- Chamorro
- Cherokee
- Chinese
- Coptic
- Croatian
- Czech
- Danish
- Dari
- Dutch
-
English
American King James Version (akjv) American Standard Version (asv) Basic English Bible (basicenglish) Douay Rheims (douayrheims) John Wycliffe Bible (c.1395) (wycliffe) King James Version (kjv) King James Version (1769) with Strongs Numbers and Morphology and CatchWords, including Apocrypha (without glosses) (kjva) Webster's Bible (wb) Weymouth NT (weymouth) William Tyndale Bible (1525/1530) (tyndale) World English Bible (web) Young's Literal Translation (ylt)
- English and Klingon.
- Esperanto
- Estonian
- Finnish
- French
- German
- Gothic
- Greek
- Greek Modern
- Hebrew
- Hungarian
- Italian
- Japanese
- Korean
- Latin
- Latvian
- Lithuanian
- Malagasy
- Malayalam
- Manx Gaelic
- Maori
- Mongolian
- Myanmar Burmse
- Ndebele
- Norwegian bokmal
- Norwegian nynorsk
- Pohnpeian
- Polish
- Portuguese
- Potawatomi
- Romanian
- Russian
- Scottish Gaelic
- Serbian
- Shona
- Slavonic Elizabeth
- Spanish
- Swahili
- Swedish
- Syriac
- Tagalog
- Tausug
- Thai
- Tok Pisin
- Turkish
- Ukrainian
- Uma
- Vietnamese
-
-
Active Persistent Session:
To use a different persistent session key, simply add it above, and click the button below.
How This All Works
Your persistent session key, together with your favourite verse, authenticates you. It links to all your notes and tags in the Bible. You can share it with loved ones so they can see your notes and tags.
However, to modify your notes and tags, you need both the persistent session key and your favourite verse.
Please Keep Your Favourite Verse Private
Your persistent session key and favourite verse provide you exclusive access to edit your notes and tags. Think of your persistent session key as a username and your favourite verse as a password. Therefore, ensure your favourite verse is kept private.
The persistent session key allows viewing, while editing is only possible when the correct favourite verse is provided.
-
Loading...
-
-
OT LXX Accented (lxx - 3)
2022-08-23Greek (grc)
d The Analytic Septuagint was prepared by Steve Amato of the Boston Christian Bible Study Resources http://www.bcbsr.com
Morphology was included from the LXXM (see below)
The The Analytic Septuagint is not to be used, either directly or indirectly, for commercial purposes without prior written consent of Steve Amato and the legal authors and developers of the morphology of the LXXM identified below.
The LXXM = The morphologically analyzed text of CATSS LXX prepared by CATSS under the direction of R. Kraft (Philadelphia team)
The CATSS LXX = The computer form prepared by the TLG (Thesaurus Linguae Graecae) Project directed by T. Brunner at the University of California, Irvine, with further verification and adaptation (in process) by CATSS towards conformity with the individual Göttingen editions that have appeared since 1935.
The LXX = Septuaginta, ed. A. Rahlfs (Stuttgart: Württembergische Bibelanstalt, 1935; repr. in 9th ed., 1971).
Greek Septuagint Version 270 BC- Encoding: UTF-8
- Direction: LTR
- LCSH: Bible.Ancient Greek (to 1453).O.T.
- Distribution Abbreviation: lxx
License
Copyrighted; Free non-commercial distribution
Source (OSIS)
http://ccat.sas.upenn.edu/gopher/text/religion/biblical/lxxmorph/
- history_1.1
- Replaced missing sections of Isaiah and switched to more descriptive tags for morphology
- history_1.2
- changed to book granularity, which makes module about half as large and removed some extraneous verse references
- history_2.0
- replaced LXX with LXXM and obsoleted old LXX module
- history_2.5
- updated to latest version of LXXM from Steve Amato, migrated to OSIS, converted .conf to UTF-8
- history_2.6
- new module with new v11n
- history_2.7
- new module from scratch
- history_3.0
- (2022-08-23) : This version uses again Pierre build. It comes with small corrections in conf. According to MOD-415. The version grow to 3.0. We have also to decide what we want to do with the lex entries.
Basic Hash Usage Explained
At getBible, we've established a robust system to keep our API synchronized with the Crosswire project's modules. Let me explain how this integration works in simple terms.
We source our Bible text directly from the Crosswire modules. To monitor any updates, we generate "hash values" for each chapter, book, and translation. These hash values serve as unique identifiers that change only when the underlying content changes, thereby ensuring a tight integration between getBible and the Crosswire modules.
Every month, an automated process runs for approximately three hours. During this window, we fetch the latest Bible text from the Crosswire modules. Subsequently, we compare the new hash values and the text with the previous ones. Any detected changes trigger updates to both our official getBible hash repository and the Bible API for all affected translations. This system has been operating seamlessly for several years.
Once the updates are complete, any application utilizing our Bible API should monitor the hash values at the chapter, book, or translation level. Spotting a change in these values indicates that they should update their respective systems.
Hash values can change due to various reasons, including textual corrections like adding omitted verses, rectifying spelling errors, or addressing any discrepancies flagged by the publishers maintaining the modules at Crosswire.
The Crosswire initiative, also known as the SWORD Project, is the "source of truth" for getBible. Any modifications in the Crosswire modules get reflected in our API within days, ensuring our users access the most precise and current Bible text. We pledge to uphold this standard as long as getBible exists and our build scripts remain operational.
We're united in our mission to preserve the integrity and authenticity of the Bible text. If you have questions or require additional information, please use our support system. We're here to assist and will respond promptly.
Thank you for your understanding and for being an integral part of the getBible community.
Favourite Verse
You should select one of your favourite verses.
This verse in combination with your session key will be used to authenticate you in the future.
This is currently the active session key.
Should you have another session key from a previous session.
You can add it here to load your previous session.